[70] αἰσθάνῃ δὲ τὴν Ἑλλάδα πᾶσαν ὀρθὴν οὖσαν ἐφʼ οἷς σὺ τυγχάνεις εἰσηγούμενος, μηδεὶς δʼ ὀλιγώρως ἔχῃ τῶν παρὰ σοὶ βραβευομένων, ἀλλʼ οἱ μὲν πυνθάνωνται περὶ αὐτῶν ἐν οἷς ἐστίν, οἱ δʼ εὔχωνταί σε μὴ διαμαρτεῖν ὧν ἐπεθύμησας, οἱ δὲ δεδίωσι μὴ πρότερόν τι πάθῃς πρὶν τέλος ἐπιθεῖναι τοῖς πραττομένοις;