Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 59

[59] καθʼ ἕκαστον μὲν οὖν τῶν τότε γενομένων εἴ τις λέγειν ἐπιχειρήσειεν, οὔτʼ ἂν διελθεῖν ἀκριβῶς δύναιτο, πρός τε τὸ παρὸν ἴσως ἂν ἐνοχλήσειεν· εἰς τοσαύτην δὲ ταραχὴν κατέστησεν οὐ μόνον τὴν πόλιν ἀλλὰ καὶ Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας, ὥσθʼ ἡμᾶς μὲν παθεῖν ἃ πάντες ἴσασι, τοὺς δʼ ἄλλους τηλικούτοις κακοῖς περιπεσεῖν,