Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 46

[46] ἡγοῦμαι δʼ οὕτως ἄν σε μάλιστα καταμαθεῖν εἴτʼ εἰρηνικῶς εἴτε πολεμικῶς αἱ πόλεις αὗται πρὸς ἀλλήλας ἔχουσιν, εἰ διεξέλθοιμεν μήτε παντάπασιν ἁπλῶς μήτε λίαν ἀκριβῶς τὰ μέγιστα τῶν παρόντων αὐταῖς. καὶ πρῶτον μὲν σκεψώμεθα τὰ Λακεδαιμονίων.