Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 31

[31] ἅπασαι γάρ εἰσιν ὑπὸ ταῖς εἰρημέναις, καὶ καταφεύγουσιν, ὅταν φοβηθῶσιν, ἐφʼ ἣν ἂν τύχωσι τούτων, καὶ τὰς βοηθείας ἐντεῦθεν λαμβάνουσιν. ὥστʼ ἐὰν τέτταρας μόνον πόλεις εὖ φρονεῖν πείσῃς, καὶ τὰς ἄλλας πολλῶν κακῶν ἀπαλλάξεις.