[147] πάντα γὰρ ταῦτα παρῆν αὐτῇ πράττειν· ἀλλʼ ἐκ τούτων μὲν πολλαὶ κατηγορίαι κατʼ αὐτῆς γεγόνασιν, ἐκ δὲ τῆς Μαραθῶνι μάχης καὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας, καὶ μάλισθʼ ὅτι τὴν αὑτῶν ἐξέλιπον ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, ἅπαντες αὐτὴν ἐγκωμιάζουσιν.