Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 143

[143] ἀλλὰ γὰρ εἱλόμην ἀποσχέσθαι τῆς τοιαύτης ἰδέας διʼ ἀμφότερα, διά τε τοὺς οὐκ εὐκαίρως αὐτῇ χρωμένους, καὶ διὰ τὸ μὴ βούλεσθαι ταπεινοτέρους ποιεῖν τῶν νῦν ὄντων τοὺς ἡμιθέους εἶναι νομιζομένους.