[138] πρὸ πολλοῦ δʼ ἂν ἐποιησάμην οἷόν τʼ εἶναι συνερᾶσαι τοὺς λόγους ἅπαντας τοὺς ὑπʼ ἐμοῦ περὶ τούτων εἰρημένους· μᾶλλον γὰρ ἂν ἄξιος οὗτος ἔδοξεν εἶναι τῆς ὑποθέσεως. οὐ μὴν ἀλλὰ σέ γε χρὴ σκοπεῖν ἐξ ἁπάντων τὰ συντείνοντα καὶ προτρέποντα πρὸς τὸν πόλεμον τοῦτον· οὕτω γὰρ ἂν ἄριστα βουλεύσαιο περὶ αὐτῶν.