Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 126

[126] ἀλλὰ ταῦτα πάντα παρʼ ἡμῶν μεταπεμπομένων, εἰς τοῦθʼ ἥκομεν ἐπιθυμίας τοῦ κακῶς ἡμᾶς αὐτοὺς ποιεῖν, ὥστʼ ἐξὸν ἡμῖν τἀκείνων ἀδεῶς ἔχειν πρὸς ἡμᾶς τʼ αὐτοὺς περὶ μικρῶν πολεμοῦμεν, καὶ τοὺς ἀφισταμένους τῆς ἀρχῆς τῆς βασιλέως συγκαταστρεφόμεθα, καὶ λελήθαμεν ἡμᾶς αὐτοὺς ἐνίοτε μετὰ τῶν πατρικῶν ἐχθρῶν τοὺς τῆς αὐτῆς συγγενείας μετέχοντας ἀπολλύναι ζητοῦντες.