Pular para o conteúdo

Φίλιππος

Isócrates · Parte 102

[102] τὰ τοίνυν περὶ Κύπρον καὶ Φοινίκην καὶ Κιλικίαν καὶ τὸν τόπον ἐκεῖνον, ὅθεν ἐχρῶντο ναυτικῷ, τότε μὲν ἦν βασιλέως, νῦν δὲ τὰ μὲν ἀφέστηκε, τὰ δʼ ἐν πολέμῳ καὶ κακοῖς τοσούτοις ἐστίν, ὥστʼ ἐκείνῳ μὲν μηδὲν εἶναι τούτων τῶν ἐθνῶν χρήσιμον, σοὶ δʼ, ἢν πολεμεῖν πρὸς αὐτὸν βουληθῇς, συμφόρως ἕξειν.