26. HIPPON.
B. FRAGMENTE.
[1] Schol. Homer. Genav. p. 197, 19 Nicole zu Homer Φ 195:
193 ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι·
τῶι οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρίζει
195 οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν.
Κράτης δὲ ἐν β̄ τῶν Ὁμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς ‘Μεγάλη θάλασσα’· “ταῦτα γάρ, φησίν, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν ‘Μεγάλην θάλατταν’, οἱ δὲ ‘Ἀτλαντικὸν πέλαγος’, οἱ δὲ Ὠκεανὸν προσαγορεύουσιν. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γ’ ἔνιοι [Zenodotos, Megakleides] ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον [also 195] τῶι Ἀχελώιωι περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῆι κόλπων, λέγω δὴ Τυρρηνικοῦ 〈καὶ〉 Ἰονίου. εἶπε δὲ τοῖς τρισίν [195—197], φησίν, ὅ, τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πότιμον. Ἵππων· ‘τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστί· οὐ γὰρ δή που, 〈εἰ〉 τὰ φρέατα βαθύτερα ἦν, θάλασσά ἐστι ἐξ ἧς πίνομεν· οὕτω γὰρ οὐκ 〈ἂν〉 ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ’ ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶ τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστί, πάντα ἀπ’ αὐτῆς ἐστιν’. οὕτως τὰ αὐτὰ εἴρηκεν Ὁμήρωι”.
FALSCHES.
[2] Clem. Protr. 55 (43, 1 St.) οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ· ὁ Ἵ. οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῶι μνήματι τῶι ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον [PLG II 259 B.]· ‘Ἵππωνος ... καταφθίμενον’. Alex. in Metaph. 27, 1 τοῦτο δὲ λέγοι ἂν [Arist.] περὶ αὐτοῦ, ὅτι ἄθεος ἦν· τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα· ‘Ἵππωνος ... καταφθίμενον.’
Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον.
[3] Athen. XIII 610 B πάντων αὐτὸν [Myrtilos] ἐπὶ τῆι μνήμηι θαυμασάντων ὁ Κύνουλκος ἔφη ‘πουλυμαθημοσύνης τῆς οὐ κενεώτερον οὐδὲν’ 〈 *〉 Ἵππων ἔφη ὁ ἄθεος. Folgt 12 B 40.
[4] Claudian. Mamert. de anima 7 p. 121, 14 Eng. H. Metapontinus ex eadem schola Pythagorae praemissis pro statu sententiae suae insolubilibus argumentis de anima sic pronuntiat ‘longe aliud anima, aliud corpus est, quae corpore et torpente viget et caeco videt et mortuo vivit.’