Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 8

Capítulo 8

[9.8.1] Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλόαν ἐκθέσθαι, <καὶ> πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα ἔπει<τα> καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι, τυχὸν[τες] οἱ νῦν προστάται τῆς σἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ.

[9.8.2] οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δικεῖ προσαντιπαραχθῆναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου, νομίζοντες Χριστοῦ εἶναι μαθηταί, οὐκ ὄντες, ἀλλὰ τοῦ σκοτεινοῦ.