Capítulo 29
[9.29.1] Ταῦτα μὲν οὐν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, (καὶ) τὸ(ν θεὸ)ν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. ἀνάστασιν δὲ ἀρνοῦνται οὐ μόνον σαρκός. ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι.
[9.29.2] τ(αύ)τ(ῃ δὲ) εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ <τού>τῳ πληροῦσθαι τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα.
[9.29.3] ὅτι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅτι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ Νῷ μηδὲν τῶν κατὰ ἴνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι.
[9.29.4] αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἳνα καλώς βιώσῃ καὶ τέκνα ἐπὶ γῆς καταλείπῃ. προφήταις δὲ οὐ προσέχουσιν, [536] [537] ἀλλ᾿ οὐδὲ ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. ταῦτα μὲν οὖν, ἂ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.