Capítulo 27
[9.27.1] Ἔρρωται δὲ παρ’ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμο- [532] [533] λογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή· ἣν χωρισθεῖσαν νῦν ἔστιν εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν ἀναπαύεσθαι ἕως κρίσεως, ὃν χῶρον Ἕλληνες ἀκούσαντες μακάρων νήσους ὠνόμασαν.
[9.27.2] ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλοὶ τῶν Ἑλλήνων σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο. ἔστι γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων Μνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεοίας·
[9.27.3] ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾿ Αἰγυπτίοις τούτοις μαθητευθέντες παρέλαβον. λέγουσι δὲ καὶ κρίσιν ἔσεσθαι καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι εἰσαεί. ἀσκεῖται δὲ ἐν αὐτοῖς τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα.