Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 25

Capítulo 25

[9.25.1] Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάσουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ’ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς. εἰ μὴ τοῖς ἐννέα δόξει.

[9.25.2] καὶ τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων. οὐ μόνον γὰρ τροφὰς αὑτοῖς παρασκευάζονται #x003E; μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ’ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται.

[9.25.3] ταῖς δὲ ἄλλαις ἡμέραις ἐπὰν ἀποπατίσαι θέλοιεν, βόθρον ὀρύξαντες ποδιαῖον τῇ σκαλίδι — τοιοῦτον γὰρ ἐστι τὸ ἀξινάριον, ὃ τοῖς προσιοῦσι μαθητεύεσθαι πρώτως διδόασι —, καὶ περικαφιλαλήθη [531] λύφαντες τὸ ἱμάτιον ἱζάνουσι, φάσκοντες μὴ δεῖν ὑβρίζειν τὰς αὐγάς, ἔπειτα τὴν ἀνασκαφεῖσαν γὴν ἐπεμβάλλουσιν εἰς τὸν βόθρον, καὶ τοῦτο ποιοῦσιν ἐκλε(γό)μενοι τοὺς) ἐρημοτέρους τόπους. ἐπὰν δὲ τοῦτ(ο ποιήσωσ)ιν, εὐθὺς ἀπολούονται ὡς μιαινούσης τῆς ἐκκρίσεως.