Capítulo 22
[9.22.1] Πάντες μὲν οὖν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα κελεύσει ὡς νόμῳ πείθονται. ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν [529] τοῖς καταπονουμένοις. πρὸ δὲ πάντων ῤγῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. οὐδεὶς δὲ ὄμνυσι παρ’ αὐτοῖς, ὄσα δ᾿ ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. εἰ δὲ ὁμόσει τις, καταγινώσκεται ὡς μὴ πιστευθείς <δίχα θεοῦ>.
[9.22.2] σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι σύνταγμα εἴη πιστῶν. πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας. φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.