Capítulo 20
[9.20.1] Μία δὲ αὐτῶν οὐκ ἔστι πόλις, ἀλλ’ ἐν ἑκάστῃ μετοικοῦσι πολλοί. καὶ εἴ τις ἀπὸ ξένης παρῇ τῶν αἱρετιστῶν, πάντα αὐτῷ κοινὰ ἡγοῦνται, καὶ οὓς οὐ πρότερον ᾔδεσαν, ὡς οἰκείους καὶ συνήθεις [527] [528] προσδέχονται. περιΐασι δὲ τὴν πατρῴαν γῆν ἑκάστοτε ἀποδημοῦντες μηδὲν φέροντες πλὴν ὅπλου.
[9.20.2] ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον· χιτῶνας δὲ δύο ἢ διπλᾶς ὐποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε ἕτερα προσίενται. οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, λοῦσιν, ὃ δ’ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.