Capítulo 10
[9.10.1] Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον. »εστι γὰρ«, φησίν »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων«, καὶ »ὅσων ὄψις, ἀκοή, μάθησις« — τουτέστι τὰ ὄργανα —, »ταῦτα«, φησίν, »ἐγὼ προτιμέω«, οὐ τὰ ἀφανῆ προτιμήσας.
[9.10.2] τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν [502] [503] καὶ νύκτα οἶδεν· ἡμέρα γὰρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· »διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν«.
[9.10.3] καὶ ἀγαθὸν καὶ κακόν· »οἱ γοῦν ἰατροί«, φησὶν ὁ Ἡράκλειτος, »τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέον ται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργξόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους.« καὶ εὐθὺ δέ, φησί,
[9.10.4] καὶ στρεβλὸν τὸ αὐτό ἐστι. »γναφείῳ«, φησίν, ὁδὸς εὐθεῖα καὶ σκολιή« — ἡ τοῦ οργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται — »μία ἐστί«, φησί, καὶ ἡ αὐτή.« καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔν ἐστι καὶ τὸ αὐτό· »ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή«.
[9.10.5] καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· »θάλασσα«, φησίν, »ὕδωρ καθαρώτατον καὶ μιαρώτατον,, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.«
[9.10.6] λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· »ἀθάνταοι θνητοί, θνητοὶ ἀθάνταοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.« λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης <τῆς> ἐν ᾑ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· »ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεχρῶν«.
[9.10.7] λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· »τὰ δὲ πάντα οἰακίζει κεραυνός«, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ »χρησμοσύνην καὶ κόρον‘· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾿ αὐτόν, ἠ δὲ ἐκπύρωσις [504] [505] κόρος· πάντα γάρ‘, φησί, »τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.« ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο,
[9.10.8] ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, <ὃν> δι᾿ ὀλίγων ἐπέδειξα ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργ[ον καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός« — τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — »ἀλολοιοῦται δὲ ὅκωσπερ <πῦρ>
[9.10.9] ὁκόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου.« φανερὸν δὲ πᾶσι τοὺς <ἀ>νοήτους Νοητοῦ διαδόχους καὶ τῆς αἱρέσεως εἰ καὶ Ἡρακλείτου λέγοιεν ἑαυτοὺς μὴ γεγονέναι ἀκροατάς, ἀλλά γε τὰ Νοητῷ δόξαντα αἱρουμένους ἀναφανδὸν ταὐτὰ ὁμολογεῖν. λέγουσι γὰρ οὕτως· ἴνα καὶ τὸν αὐτὸν θεὸν εἶναι πάντων δημιουργὸν καὶ πατέρα, εὐδοκήσαντα δὲ πεφηνέναι τοῖς ἀρχῆθεν δικαίοις ὄντα ἀόρατον· ὅτε μὲν γὰρ οὐχ
[9.10.10] ὁρᾶται ἦν ἀόρατος, <ὅτε δὲ ὀρᾶται ἀχώητος δὲ ὅτε μὴ χωρεῖσθαι θέλει, χωρητὸς δὲ ὅτε χωρεὶται· οὕτως κατὰ τὸν αὐτὸν λόγον ἀκράτητος καὶ κρατητός, ἀγένητος <καὶ γενητός> ἀθάνατος καὶ θνητός. πῶς οὐχ τοιοῦτοι δειχθήσονται μαθηταί, <εἰ καὶ> μὴ τῇδε τῇ λέξει διαφθάσας ἐφιλοσόφησεν ὁ σκοτεινός; ὅτι δὲ καὶ τὸν αὐτὸν υἱὸν εἶναι λέγει καὶ πατέρα οὐδεὶς ἀγνοεῖ.
[9.10.11] λέγει δὲ οὕτως· ὅτε μὲν οὖν μὴ <γε>γένητο ὁ πατήρ, δικαίως πατὴρ παοσηγόρευτο· ὅτε δὲ ηὐδόκησε γένεσιν ὑπομεῖναι, γενηθεὶς ὁ υἱὸς ἐγένετο αὐτὸς ἑαυτοῦ, οὐχ ἑτέρου. οὕτως γὰρ δοκεῖ μοναρχίαν συνιστᾶν, ὲν καὶ τὸ αὐτὸ φάσκων ὑπάρχειν [506] [507] πατέρα καὶ υἱὸν καλούμενον, οὐχ ἕτερον ἐξ ἑτέρου, ἀλλ᾿ αὐτὸν ἐξ ἑαυτοῦ, ὀνόματι μὲν πατέρα καὶ υἱὸν καλούμενον κατὰ χρόνων τροπήν, ἕνα δὲ εἶναι τοῦτον τὸν φανέντα καὶ γἐνεσιν ἐκ παρθένου ὑπομείναντα καὶ ἐν ἀνθρώποις ἄνθρωπον ἀναστραφέντα, υἱὸν μὲν ἑαυτὸν τοῖς ὁρῶσιν ὁμολογοῦντα διὰ τὴν γενομένην γὲνεσιν, πατέρα δὲ εἶναι καὶ τοῖς χωροῦσιν μὴ ἀποκρύψαντα.
[9.10.12] τοῦτον πάθει ξύλου προσπαγέντα καὶ ἑαυτῷ τὸ πνεῦμα παραδόντα, ἀποθανόντα καὶ μὴ ἀποθανόντα καὶ ἑαυτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσαντα, τὸν ἐν μνημείῳ ταφέντα καὶ λόγχῃ τρωθέντα καὶ ἥλοις καταπαγέντα, τοῦτον τὸν τῶν ὅλων θεὸν καὶ πατέρα εἶναι λέγει Κλεομένης καὶ ὁ τούτου χορός, Ἡρακλείτειον σκότος ἐπεισάγοντες πολλοῖς.