Capítulo 32
[7.32.1] Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῶ̣ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτ(ῇ) καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυνηθῇ·
[7.32.2] ἣν καὶ διὰ πάντων χωρήσασαν έν πᾶσί τε ἐλευθερωθεῖσαν #x003E; εληλυθέναι αὐτόν, καὶ ὁμοίως καὶ τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις.
[7.32.3] τὴν οὐν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοιαι. διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, [447] [448] ὥστε αὐ]τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ καὶ ἔτι <κατά τι> δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων·
[7.32.4] τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰσοῦ. τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι· δἰ δέ τις ἐκείνου πλέονν καταφρονήσειεν τῶν ἐνταῦθα, θύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.
[7.32.5] τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων·
[7.32.6] οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος πρὸς τὰ ἔθνη ὑπὸ τοῦ σατανᾶ προεβλήθησαν, ἕνα κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες ἄνθρωποι καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ [449] [450] τοῦ τῆς ἀληθείας κηρύγματος, <ἢ καὶ〉 βλέποντες τὰ ἐκείνων ἡμᾶς βλασφημῶσιν.
[7.32.7] εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχάς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων θεόν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς.
[7.32.8] εἴ] τινὲς δὲ φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι ἐν σώματι. τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός. καὶ εἰκόνας δὲ κατασκευάζουσι τοῦ Χριστοῦ λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι.