Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 25

Capítulo 25

[7.25.1] Ἐπεὶ οὖν τετέλεσται κατ᾿ αὐτοὺς ὁ κόσμος ὅλος καὶ τὰ ὑπερκοσμια καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὲ ἐν τῇ πανσπερμίᾳ ἡ υἱότης ἡ τρίτη, ἡ καταλελειμμένη εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι, καὶ ἴδει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασταθῆναι ἄνω ἐκεῖ ὑπὲρ τὸ μεθόριον πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ μιμητικὴν καὶ τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· »καὶ ἡ κτίσις αὐτὴ συστενάζει καὶ συνωδίνει τὴν ἀποκάλυψιν τῶν 25 υἱῶν τοῦ θεοῦ ἐκδεχομένη«.

[7.25.2] υἱοὶ δέ, φησίαν, ἐσμὲν ἡμεῖν οἱ πνευ- [412] [413] ματικοί, ἐνθάδε καταλελειμμένοι διακοσμῆσαι καὶ διατυπῶσαι καὶ διορθώσασθαι καὶ τελειῶσαι τὰς ψυχὰς κάτω φύσιν ἐχούσας μένειν ἐν τούτῳ τῷ διαστήματι. »μέχρι μὲν οὖν Μωσέως ἀπὸ Ἀδὰμ ἐβασίλευσεν ἡ ἁμαρτία«, καθὼς γέγραπται·

[7.25.3] ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν· πάντα γὰρ ἠν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ. τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος, ὡς ἐδόκει, τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς.

[7.25.4] ἠν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἐβδομάς. οὑτός ἐστι φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· »ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς« — οὕτως γὰρ θέλουσι γεγράφθαι —, τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ.

[7.25.5] πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν ἐλάλησαν. ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς τὰ τέκνα τοῦ θεοῦ, περὶ ὡν ἐστέναξε, φησίν, ἡ κτίσις καὶ ὤδινεν ἀπεκδεχομένη τὴν ἀποκάλυψιν, ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον καὶ διῆλθε διὰ πάσης ἀρχῆς καὶ ἐξουσίας #x003E; κυριότητος #x003E; παντὸς ὀνόματος ὀνομαζομένου·

[7.25.6] ἠλθε δὲ ὄντως, #x003E; οὐδὲν κατῆλθεν ἄνωθεν οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἐπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὀ Ἰνδικὸ ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς ἀμορφίας τοῦ σωροῦ διήκουσιν οἱ δυνάμεις μέχρις ἄνω τῆς υἱότητος.

[7.25.7] ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν Ἰνδικόν, οἶον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. ἡ γὰρ ἐν μέσω τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.

[414][415]