Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 16

Capítulo 16

[7.16.1] Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον. ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, οὐ θεός, οὐκ ἄλλο τι τῶν [390] [391] ὁ τιδήποτε ἔστι δηλοῦν, ἀλλὰ ἁπλῶς ζῷον. ἀπὸ τούτου τοῦ ζῴου αἱ πάντων τῶν κατά μέρος ζῴων ἰδέαι τὴν ὑπόστασιν ἔχουσι.

[7.16.2] καὶ ἔστιν ὑπόστασις τοῖς ζώοις τοῖς γεγενημένοις ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ’ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν. ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.