Capítulo 13
[7.13.1] Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εἴδιον λιμένα. τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν, ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρθβδις καὶ Σκύλλα (ἔτι δὲ καὶ) τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρῶν δεινότητι· διάφορος γὰρ ἡ [387] [388] τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν.
[7.13.2] αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν τοὺς ἀκροωμένους. τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑπαίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς.
[7.13.3] ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλεύω καὶ ἢ τὰ ὦτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.