Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 7

Capítulo 7

[6.7.1] Δοκεῖ καὶ καὶ τὰ Σίμωνος τοῦ πετηνοῦ, κώμης τῆς Σαμαρείας, νῦν ἐκθέσθαι, παρ᾿ οὑ καὶ τοὺς ἀκολοὺθους δείξομεν ἀφορμὰς [263] λαβόντας ἑτέροις ὁνόμασιν ὅμοια τετολμηκέναι. οὐτος ὁ Σίμων μαγείας ἔμπειρος ὣν καὶ τὰ μὲν παίξας πολλοὺς κατὰ τὴν Θρασυμήδους τέχνην, ῴ τρόπῳ ἄνωθεν έξεθέμεθα, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὂν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν.

[6.7.2] οὑ πολλῷ σοφώτερον καὶ μετριώτερον ”Αφεθος ὁ Λίβυς ὀρεχθεὶς θεὸς νομιδθῆναι ἐν Λιβύῃ ἐπεχείρησεν· οὑ τὸν τὸν οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.