Capítulo 50
[6.50.1] Ὁ δὲ Ἰησοῦς ταύτην μὲν ἔχει τὴν ἄρρητον γένεσιν· ἀπὸ γὰρ τῆς μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τρόπῳ προῆλθεν ἡ δευτέρα τετράς, καὶ ἐγένετο ὀγδοάς, ἐξ ἡς προῆλθεν ἡ δεκάς· οὕτως ἐγένετο ἰῶτα εἶτα] δεκαοκτώ.
[6.50.2] ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα <προεβίασεν ἀἀριθμόν, καὶ τὰ ὀγδοήκοντα> τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα εἶναι] ηݲ καί πݲ καὶ ωݲ ὅ ἐστιν Ἰησοῦς· τὸ γὰρ Ἰησοῦς ὄνομα [367] [368] τοῖς γράμμασιν ἀριθμόν ἐστιν ὀκτακόσια ὀγδοηκονταοκτώ.
[6.50.3] καὶ τὸν ἀλφάβητον δὲ τὸν Ἑλληνικὸν ἔχειν μονάδας ὀκτὼ <καὶ δεκάδας καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοηκονταοκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. καὶ διὰ τοῦτο ἄλφα <καὶ ωݲ ὀνομάζεσθαι αὐτόν τὴν γένεσιν σημαίνοντα.