Capítulo 48
[6.48.1] Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ἴνα τῆς αὐτοβουλήτου <βουλῆς> φανερωθῇ ὁ καρπός. τὸν μέντοι [361] [362] ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα καὶ ἔξω μείναντα, ὃς τῇ αὑτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἑαυτοῦ προβολῆς τοῦτον <τὸν> [τὴν ζωὴν] ἑπτὰ δυνάμεων μιμήσει τῆς ἑπιταδυνάμου δυνάμεως ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός.
[6.48.2] κέχρηται μὲν οὖν καὶ αὑτος τῷδε <τῷ> ἔργῳ, ὡς αὐθαιρέτως ὑπ αὐτοῦ γενομένῳ, τὰ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τῆς ἐνθυμήσεως τῆς μητρός. καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ ἄλφα, ὁ δὲ μετὰ τοῦτον τὸ εἶ, ὁ δὲ τρίτος τὸ ἠτα, ὁ δὲ τέταρτος καὶ [ὁ] μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν. ὁ δὲ πέμπτος τὸ οὐ, ἔκτος δὲ τὸ ῡ ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ωݲ.
[6.48.3] αἴ τε δυνάμεις πᾶσαι εἰς συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ᾿ οὑ προεβλήθησαν. ἡ δὲ δόξα τῆς ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἠχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γίνεσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς· τὴν δὲ ἀπόδειξιν <φέρει> ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον.
[6.48.4] καθὼς οὐν <αἱ> ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν οὕτω καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα. διὰ τοῦτο δέ φησι καὶ τὸν Δαβὲδ εἰρηκέναι· »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ- [363] [364] τίσω αἶνον« καὶ πάλιν »οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ«. ἐπὰν δὲ ἐν πόνοις γένηται ἡ ψυχή, ὡς] ἐπιβοᾷ οὐδὲν ἕτερον ἢ τὸ ωݲ ἐφ’ ᾦ ἀνιᾶται, ὅπως γνωρίσασα ἡ ἄνω Ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταππέμψῃ.