Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 46

Capítulo 46

[6.46.1] Ταῦτα τὰ παρ’ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας [358] [359] γίνωσκε ὑπάρχειν τῶν τριῶν δυνάμεων (καὶ εἰκόν)ας τῶν ἐμπεριεχουσῶν τὸν ὅλον καὶ] τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους·

[6.46.2] τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδεδέχθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δὲ ὑπ᾿ αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα· ὁ γὰρ ἠχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν.

[6.46.3] ἔστιν οὐν ὁ μὲν Λόγος ὁ] ἔχων καὶ ἡ Ζωὴ ἡ] τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ’ οὑ ἑχωρίσθη, ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἐν τῷ ἀγαθῷ οὐσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν.

[6.46.4] καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρὶς ἐφ’ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοστεσσάρων ἀνέδειξαν ἀριθμόν. τά μέντοι τρία στοιχεῖα, (ἄ) αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾿ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν <αὐ>τοῖς ἀριθμὸν ποιεῖ· ἅπερ τοῦ ἀνονομάστου ὑπάρχειν.

[6.46.5] φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν ἓξ δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὡν στοιχείων εἰκόνας εἰκόνων ὡν] ἓξ διπλᾶ γράμματα ὑπάρχειν, ἁ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ[ται] ἀριθμόν.

[360]