Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 36

Capítulo 36

[6.36.1] Ταῦτα ούν ἐκεῖνοι ζητείτωσαν κατ᾿ αὐτοὺς καὶ εἴ τινι ἄλλῳ [325] γένηται φίλον ζητεῖν. ἀλλ’ έπιλέγει· ὡς διώρθωτο μὲν τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώσθωτο δὲ καὶ κατὰ τὴν άγσοάδα, τὴν ἔξω Σοφίαν, διώρθωτο δὲ καὶ κατὰ τὴν ἑβδομάδα —

[6.36.2] έδιδάχθη κὰρ ὑπὸ τῆς Σοφίας ό δημιουργός, ὅτι οὐκ ὲ́στιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν, ἀλλ’ ἔγνω διδαχθεὶς ὑπὸ τῆς Σοφίας τὸν κρείττονα· κατηχήθη γὰρ ύπ᾿ αύτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα τοῦ Πατρὸς καὶ τῶν αίώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐόενί· τοῦτ᾿ ἔστιν, ὥς φησιν, ὃ λέγει πρὸς Μωὐσὴν· ἐγὼ ό θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ κοὶ ό θεὸς Ἰακώβ, καὶ τὸ [326] [327] ὄνομα θεοῦ οὐκ ἀπήγγειλα αύτοῖς«, τουτέστι τὸ μυστήριον οὐκ εἰπα, ούδὲ έξηγηαάμην, τίς ἐστιν ό θεός, ἀλλ’ άλλ' ἐθύλαξα παρ᾿ έμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον, ὸ̀ ἤκουσα παρὰ τῆς σοφίας —·

[6.36.3] ἔδει διωρθωμένων τῶν ἄνω κατὰ τὴν αὐτὴν άκολουθίαν καὶ τὰ ἐνθάδε τυχεῖν διορθώσεως. τούτου χάριν έγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρέας, ἴνα διορθώσηται <τὰ> ένθάδε, ὤσπερ ὁ Χριστός, ὁ ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοὸς καὶ τῆς Ἄληθείας, διωρθώσατο τὰ πάθη τῆς ἔξω Σοφίας, τουτέστι τοῦ ἐκτρώματος· καὶ πάλιν ὁ διὰ Μαρίας γεγεννημένος ό Σωτὴρ ἦλθε διορθώσασθαι τὰ πάθη τῆς φυχῆς.

[6.36.4] είοὶον οὖν κατ᾿ αὐτοὺς τρεῖς Χριστοί, ὁ έπιπροβληθεὶς ὑπὸ τοῦ Νοὸς καὶ τῆς Ἀληθείας μετὰ τοῦ άγίου πνεύματος, καὶ ὁ κοινὸς τοῦ πληρώματος Καρπὸς ἰσόζυγος τῆς ἴξω Σοφίας, ἥτις ἤτις καλεἰται καὶ αὐτὴ πνεῦθμα ἅγιον ὑποδεέστερον τοῦ πρώτου, καὶ τρίτος ὁ διὰ Μαρίας γεννγθεὶς εἰς έπανόρθωαιν τῆς κτίσεως τῆς καθ’ ήμᾶς.