Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 22

Capítulo 22

[6.22.1] Ἡ μὲν οὖν ἀρχὴ τῆς ὐποθέσεώς έστιν ἐν τῷ Τιμαίῳ τῷ πλάτωνι σοφία Αἐγυπτίων· έκεῖθεν γὰρ ό Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γενέσεως καὶ φθορᾶς παλαιῷ τινι λόγω̣ καὶ προφητικῷ, ὥς φησιν ό Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα οὐδὲν θεολογούμενον.

[6.22.2] ἵν’ οὖν παρακολουθήσωμεν τοῖς λόγοις, οἶς καταβἐβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ὅ Πυθαγόρας ό Σάμιος μετὰ τῆς ὐμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι <σι> φιλοσοφεῖ, εἶθ᾿ οὕτως ἅ <παρὰ> Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὄλων καὶ Σιγῇ τῇ διεζευγμένῃ τῷ πατρί.