Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 15

Capítulo 15

[6.15.1] Ὁ οὖν ποταμός, φησίν, ὁ ἐκπορευόμενος έξ Ἑδέμ εἰς τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου. ὄρασιν, [ἀκοήν,] ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. γὰρ ὲ́χει μόνας τὰς αὶσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. οὺτος, θηδίν, έστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς <αἱ>

[6.15.2] δηλοῦσι. τὸ πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. αὕτη γάρ. φησίν, ἐστὶν ἡ ὅρασις. εἰς ἥν όφορίζεται ποταμοῦ σχίσις ἡ μία· έθεάθη γὰρ ἀ κόσμος ἐν ὁράσει. έπιγργαφὴ βιβλίου δευτέρου Ἔζοδος· ἔδει γὰρ τὸ γεννηθέν.

[6.15.3] τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπὶ τὴν ἔρημον — Ἑρυθρὰν δέ λέγει, φασί, τὸ αἶμα — καὶ γεύσασθαι πικρὸν ὔδωρ. πικρὸν γάρ, φηδίν, ἐοτὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἑρυθρὰν θάλασσαν, ὄπερ ἐστπὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν.

[6.15.4] στραφὲν δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται γλυκύ. καὶ ὄτι ταῦθ᾿ οὕτως οὔτως ἕχει, πόντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεrόντων·

ῥιγῇ μὲν μέλαν <ἔσκε>, γάλακτι δὲ εἴκελον
μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ’ ὀρύσσειν
ἀνδράσι γε θνητοῖσι· θεοὶ δἐ τε πάντα πάντα δύνανται.