Capítulo 7
[5.7.1] Ταῦτά ἐστιν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλαια, ἅ φησι παραδεδωκέναι Μαριάμμῃ τὸν Ἰάκωβον τοῦ κυρίου τὸν [149] [150] ἀδελφόν. ἵν᾿ οὖν μήτε Μαριάμμης ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς μήτε Ἰακώβου μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετάς, ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος, εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συνάγοντες οὗτοι μυστήρια τῶν ἐθνῶν καταψευδόμενοι τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας τὰ τῶν ἐθνῶν ὄργια.
[5.7.2] ἐπεὶ γὰρ ὑπόθεσις αὐτοῖς ὁ ἄνθρωπός ἐστιν Ἀδάμας καὶ λέγουσι γεγράφθαι περὶ αὐτοῦ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;« μάθετε πῶς κατὰ μέρος παρὰ τῶν ἐθνῶν τὴν ἀνεξεύρητον καὶ ἀδιάφθορον τοῦ ἀνθρώπου γενεὰν λαβόντες ἐπιπλάσσουσι τῷ Χριστῷ.
[5.7.3] γῆ δέ, φασὶν οἱ Ἕλληνες, ἄνθρωπον ἀνέδωκε πρώτη καλὸν ἐνεγκαμένη γέρας, μὴ φυτῶν ἀναισθήτων μηδὲ θηρίων ἀλόγων, ἀλλὰ ἡμέρου ζῴου καὶ θεοφιλοῦς ἐθέλουσα μήτηρ γενέσθαι.
[5.7.4] χαλεπὸν δέ, φησίν, ἐξευρεῖν, εἴτε Βοιωτοῖς Ἀλαλκομενεὺς ὑπὲρ λίμνης Κηφισίδος ἀνέσχε πρῶτος ἀνθρώπων, εἴτε Κουρῆτες ἦσαν Ἰδαῖοι, θεῖον γένος, ἢ Φρύγιοι Κορύβαντες, οὔς πρώτους ἥλιος ἐπεῖδε δενδροφυεῖς ἀναβλαστάνοντας, εἴτε προσεληναῖον Ἀρκαδία Πελασγόν, ἢ Ραρίας οἰκήτορα Δυσαύλην Ἐλευσίν, ἢ Λῆμνος καλλίπαιδα Κάβιρον ἀρρήτῳ ἐτέκνωσεν ὀργιασμῷ εἴτε Πελλήνη Φλεγραῖον Ἀλκυονέα, πρεσβύτατον Γιγάντων.
[5.7.5] Λίβυες δὲ Γαράμαντά φασι [151] [152] πρωτόγονον αὐχμηρῶν ἀναδύντα πεδίων γλυκείας ἀπάρξασθαι Διὸς βαλάνου. Αὐγυπτίαν δὲ Νεῖλος ἰλὺν ἐπιλιπαίνων μέχρι σήμερον ζωογονῶν, φησίν, ὑγρᾷ σαρκούμενα θερμότητι ζῷα καὶ σῶμα] ἀναδίδωσιν.
[5.7.6] Ἀσσύριοι δὲ Ὠάννην ἰχθυοφάγον γενέσθαι παρ᾿ αὐτοῖς, Χαλδαῖοι δὲ τὸν Ἀδάμ. καὶ τοῦτον εἶναι φάσκουσι τὸν ἄνθρωπον, ὃν ἀνέδωκεν ἡ γῆ μόνον· κεῖσθαι δὲ αὐτὸν ἄπνουν, ἀκίνητον, ἀσάλευτον, ὡς ἀνδριάντα, εἰκόνα ὑπάρχοντα ἐκείνου τοῦ ἄνω, τοῦ ὑμνουμένου Ἀδάμαντος ἀνθρώπου, γενόμενον ὑπὸ δυνάμεων τῶν πολλῶν, περὶ ὧν ὁ κατὰ μέρος λόγος ἐστὶ πολύς.
[5.7.7] Ἵν᾿ οὖν τελέως ᾖ κεκρατημένος ὁ μέγας ἄνθρωπος ἄνωθεν, »ἀφ᾿ οὑ«, καθὼς λέγουσι, »πᾶσα πατριὰ ὀνομαζομένη ἐπὶ γῆς καὶ ἐν τοῖς οὐρανοῖς‘ συνέστηκεν, ἐδόθη αὐτῷ καὶ ψυχή, ἵνα διὰ τῆς ψυχῆς πάσχῃ καὶ κολάζηται καταδουλούμενον τὸ πλάσμα τοῦ μεγάλου καὶ καλλίστου καὶ τελείου ἀνθρώπου· καὶ γὰρ οὕτως αὐτὸν καλοῦσι.
[5.7.8] ζητοῦσιν οὖν αὖ πάλιν τίς ἐστιν ἡ ψυχὴ καὶ πόθεν καὶ ποταπὴ τὴν φύσιν, ἵν’ ἐλθοῦσα εἰς τὸν ἄνθρωπον καὶ κινήσασα καταδουλώσῃ καὶ κολάσῃ τὸ πλάσμα τοῦ τελείου ἀνθρώπου· ζητοῦσι δὲ οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλὰ καὶ τοῦτο ἀπὸ τῶν μυστικῶν. εἶναι δέ φασι τὴν ψυχὴν δυσεύρετον πάνυ καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς τῆς αὐτῆς πάντοτε οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἢ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται.
[5.7.9] τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποι- [153] [154] κίλας ἐν τῷ ἐπιγραφομένῳ κατ’ Αἰγυπτίους εὐαγγελίῳ κειμένας ἔχουσιν. ἀποροῦσιν οὐν. καθάπερ οἱ ἄλλοι πάντες τῶν ἐΜῶν ἄνθρωποι, πότερόν ποτε ἐκ τοῦ προόντος ἐστίν <ἣ> ἐκ τοῦ ἢ ἐκ τοῦ ἐκκεχυμένου χάους. καὶ πρῶτον ἐπὶ τὰς Ἀσσυρίων καταφεύγουσι τελετάς, τὴν τριχῇ διαίρεσιν τοῦ ἀνθρώπου κατανοοῦντες· πρῶτοι γὰρ Ἀσσύριοι τὴν ψυχὴν τριμερῆ νομίζουσιν εἶναι καὶ μίαν.
[5.7.10] ψυχῆς γάρ. φασί, πᾶσα φύσις, ἄλλη δὲ ἄλλως, ὀρέγεται. ἔστι γὰρ ψυχὴ πάντων τῶν γινομένων αἰτία· πάντα γὰρ ὅσα τρέφεται, φησί, καὶ αὔξει, ψυχῆς δεῖται. οὐδὲν γὰρ οὔτε τροφῆς, φησίν, οὔτε αὐξήσεως οἷόν <τ’> ἐστὶν ἐπιτυχεῖν ψυχῆς μὴ παρούσης. καὶ γὰρ οἱ φησίν, εἰσὶν ἔμψυχοι· ἔχουσι γὰρ τὸ αὐξητικόν. αὔξησις δὲ οὐκ ἄν ποτε γένοιτο χωρὶς τροφῆς· κατὰ προσθήκην γὰρ αὔξει τὰ αὐξανόμενα·
[5.7.11] ἡ δὲ προσθήκη τροφὴ τοῦ τρεφομένου. πᾶσα οὖν φύσις »ἐπουρανίων«, φησί, καὶ ἐπιγείων καὶ καταχθονίων« ψυχῆς ὀρέγεται. καλοῦσι δὲ Ἀσσύριοι τὸ τοιοῦτον Ἄδωνιν ἢ Ἐνδυμίωνα· καὶ ὅταν μὲν Ἄδωνις καλῆται, Ἀφροδίτη, φησίν, ἐρᾷ καὶ ἐπιθυμεῖ τῆς ψυχῆς τοῦ τοιούτου ὀνόματος· Ἀφροδίτη δὲ ἡ γένεσίς ἐστι κατ’ αὐτούς.
[5.7.12] ὅταν δὲ ἡ Περσεφόνη ἡ καὶ Κόρη ἐρᾷ τοῦ Ἀδώνιδος, θνητή, φησί, τὶς τῆς Ἀδροδίτης κεχωρισμένη τῶν γενέσεών ἐστιν ἡ ψυχή. ἐὰν δὲ ἡ Σελήνη Ἐνδυμίωνος εἰς ἐπιθυμίαν ἔλθῃ καὶ ἔρωτα μορφῆς, ἡ τῶν ὑψηλοτέρων, φησί, κτίσις προσδεῖται καὶ <αὐτὴ> ψυχῆς.
[5.7.13] ἐὰν δέ, φησίν, ἡ μήτηρ [155] [156] τῶν θεῶν ἀποκόψῃ τὸν Ἄττιν κοὶ αὐτὴ τοῦτον ἔχουσα ἐρώμενον, ἡ τῶν ὑπερκοσμίων, φησί, καὶ αἰωνίων ἄνω μακαρία φύσις τὴν ἀρρενικὴν δύναμιν τῆς ψυχῆς ἀνακαλεῖται πρὸς αὑτήν.
[5.7.14] ἔστι γάρ, φησίν, ἀρρενόθηλυς ὁ ἄνθρωπος. κατὰ τοῦτον οὖν αὐτοῖς τὸν λόγον πάνυ πονηρὸν καὶ κεκωλυμένον κατὰ τὴν διδασκαλίαν ἡ γυναικὸς πρὸς ἄνδρα δεδειγμένη καθέστηκεν ὁμιλία.
[5.7.15] ἀπεκόπη γάρ, φησίν, ὁ Ἄττις, τοῦτ᾿ ἔστιν ἀπὸ τῶν χοϊκῶν τῆς κτίσεως κάτωθεν μερῶν, καὶ ἐπὶ τὴν αἰωνίαν ἄνω μετεληλυθεν οὐσίαν, ὅπου, φησίν, οὐκ ἔστιν οὔτε θῆλυ οὔτε ἄρσενι ἀλλὰ καινὴ κτίσις, καινὸς ἄνθρωπος., ὁ ἐστιν ἀρεσενόθηλυς. ποῦ δἒ ἄνω λέγουσι, κατὰ τὸν οἰκεῖον ἐλθὼν δείξω τόπον.
[5.7.16] Μαρτυρεῖν δέ φασιν αὑτῶν τῷ λόγῳ οὐχ ἁπλῶς μόνην τὴν Ῥέαν, ἀλλὰ γὰρ ὡς ἔπος εἰπεῖν ὅλην τὴν κτίσιν. καὶ τοῦτο εἶναι τὸ λεγόμενον ὑπὸ τοῦ λόγου διασαφοῦσι· »τά γὰρ ἀόρατα αὐτοῦ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου τοῖς ποιήμασιν αὐτοῦ νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, πρὸς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθη ἡ ἀσύνετος αὐτῶν καρδία·
[5.7.17] φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώμασιν εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἴ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν‘ —
[5.7.18] τί δέ ἐστιν ἡ φυσικὴ κατ᾿ αὐτοὺς χρῆσις, ὕστερον ἐροῦμεν — ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι« — ἀσχημοσύνη δὲ ἐστιν ἡ [157] [158] πρώτη καὶ μακαρία κατ᾿ αὐτοὺς ἀσχημάτιστος οὐσία, ἡ πάντων σχημάτων τοῖς σχηματιζομένοις αἰτία — »καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἐαυτοῖς ἀπολαμβάνοντες.«
[5.7.19] ἐν γὰρ τούτοις τοῖς λόγοις, οἷς εἴρηκεν ὁ Παῦλος, ὅλον φασὶ συνέχεσθαι τὸ κρύφιον αὐτῶν καὶ ἄρρητον τῆς μακαρίας μυστήριον ἡδονῆς. ἡ γὰρ ἐπαγγελία τοῦ λουτροῦ οὐκ ἄλλη τίς ἐστι κατ᾿ αὐτούς, ἢ τὸ εἰσαγαγεῖν εἰς τὴν ἀμάραντον ἡδονὴν τὸν λουόμενον κατ᾿ αὐτοὺς ζῶντι ὕδατι καὶ χριόμενον ἀλάλῳ χρίσματι.
[5.7.20] Οὐ μόνον <δ’> αὑτῶν ἐπιμαρτυρεῖν φασι τῷ λόγῳ τὰ Ἀσσυρίων μυστήρια καὶ Φρυγῶν >ἀλλὰ καὶ τὰ Αἰγυπτίων> περὶ τὴν καὶ γινομένων καὶ ἐσομένων ἔτι μακαρίαν κρυβομένην ὁμοῦ καὶ φανερουμένην φύσιν, ἥνπερ φησὶ <τὴν> ἐντὸς ἀνθρώπου οὐρανῶν ζητουμένην, περὶ ἡς διαρρήδην ἐν τῷ κατὰ Θωμᾶν ἐπιγραφομένῳ εὐαγγελίῳ παραδιδόασι λέγοντες οὕτως· »ἐμὲ ὁ ζητῶν εὑρήσει ἐν παιδίοις ἀπὸ ἐτῶν ἑπτά· ἐκεῖ γὰρ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ αἰῶνι κρυβόμενος φανεροῦμαι«.
[5.7.21] τοῦτο δὲ οὐκ ἔστιν Χριστοῦ, ἀλλὰ Ἱπποκράτους λέγοντος· »ἑπτὰ ἐτῶν παῖς πατρὸς ἥμισυ«· ὅθεν οὗτοι τὴν ἀρχέγονον φύσιν τῶν ὅλων ἐν ἀρχεγόνῳ τιθέμενοι σπέρματι, τὸ Ιπποκράτειον ἀκηκοότες, ὅτι ἔστιν ἥμισυ πατρὸς παιδίον ἑπτὰ ἐτῶν, ἐν τοῖς τέσσαρσι <καὶ δέκα> φασὶν ἔτεσι, κατὰ τὸν Θωμᾶν, εἶναι φανερούμενον.
[5.7.22] οὗτός ἐστιν ὁ ἀπόρρητος αὐτοῖς λόγος καὶ μυστικός. λέγουσι γοῦν, ὅτι Αἰγύπτιοι, πάντων ἀνθρώπων μετὰ τοὺς Φρύγας ἀρχαιότεροι καθεστῶτες καὶ πᾶσι τοῖς ἄλλοις ἀνθρώποις ὁμολογου- [159] [160] μένως τελετὰς καὶ ὄργια θεῶν πάντων ὁμοῦ μετ᾿ αὐτοὺς πρῶτον κατηγγελκότες <καὶ> ἰδέας καὶ ἐνεργείας, ἱερὰ καὶ σεβάσμια καὶ τοῖς μὴ τετελεσμένοις τὰ Ισιδος ἔχουσι μυστήρια·
[5.7.23] τὰ δ εἰσὶν οὐκ ἄλλο τι ἢ ἡρπασμένον καὶ ζητούμενον ὑπὸ τῆς ἑπταστόλου καὶ μελανείμονος αἰσχύνη Ὀσίριδος. Ὄσιριν δὲ λέγουσιν ὕδωρ. ἡ δὲ φύσις ἐπτάστολος, περὶ αὑτὴν ἔχουσα καὶ ἐστολισμένη ἑπτά στολὰς αἰθερίους — τοὺς πλάνητας γὰρ ἀστέρας οὕτω προσαγορεύουσιν ἀλληγοροῦντες καὶ αἰθερίους καλοῦντες † καθὼς —, ἡ μεταβλητὴ γένεσις, ὑπὸ τοῦ ἀρρήτου καὶ ἀνεξεικονίστου καὶ ἀνεννοήτου καὶ ἀμόρφου μεταμορφουμένη κτίσις ἀναδείκνυται·
[5.7.24] καὶ τοῦτό ἐστι τὸ εἰρημένον, φησίν, ἐν τῇ γραφῇ· »ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται«. αὐται γὰρ αἱ πτώσεις, φησίν, αἱ τῶν ἄστρων μεταβολαὶ ὑπὸ τοῦ πάντα κινοῦντος κινούμεναι.
[5.7.25] Λέγουσιν οὖν περὶ τῆς τοῦ σπέρματος οὐσίας, ἥτις ἐστὶ πάντων τῶν γινομένων αἰτία, ὅτι τούτων ἔστιν οὐδέν, γεννᾷ δὲ καὶ ποιεῖ πάντα τὰ γινόμεναι λέγοντες οὕτως· »γίνομαι ὃ θέλω καὶ εἰμὶ ὃ εἰμί«. διὰ τοῦτό φησι ἀκίνητον εἶναι τὸ πάντα κινοῦν· μένει γὰρ ὅ ἐστι ποιοῦν τὰ πάντα καὶ οὐδὲν τῶν γινομένων γίνεται.
[5.7.26] τοῦτον εἶναί φησιν ἀγαθὸν μόνον, καὶ περὶ τούτου λελέχθαι τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν [161] [162] τοῖς οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ ὁσίους καὶ ἁμαρτωλούς‘. τίνες δὲ εἰσιν οἱ ὅσιοι οἷς βρέχει καὶ οἱ ἁμαρτωλοὶ οἷς ὁ αὐτὸς βρέχει, καὶ τοῦτο μετὰ τῶν ἄλλων ὕστερον ἐροῦμεν.
[5.7.27] καὶ τοῦτ’ εἶναι τὸ μέγα καὶ κρύφιον τῶν ἄγνωστον μυστήριον μυστήριον παρὰ τοῖς Αἰγυπτίοις κεκαλυμμένον καὶ ἀνακεκαλυμμένον. οὐδεὶς γάρ, φησίν, ἐστὶ ναὸς ἐν ᾦ πρὸ τῆς εἰσόδου οὐχ ἕστηκε γυμνὸν τὸ κεκρυμμένον, κάτωθεν ἄνω βλέπον καὶ πάντας αὐτοῦ τοὺς καρποὺς τῶν γινομένων στεφανούμενον·
[5.7.28] ἐστάναι δὲ οὐ μόνον ἐν τοῖς ἁγιωτάτοις πρὸ τῶν ἀγαλμάτων ναοῖς λέγουσι τὸ τοιοῦτον, ἀλλὰ γὰρ καὶ εἰς τὴν ἁπάντων ἐπίγνωσιν, οἱονεὶ φῶς >οὐχ> ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἐπικείμενον, κήρυγμα κηρυσσόμενον ἐπὶ τῶν δωμάτων, ἐν πάσαις ὁδοῖς καὶ πόσαις ἀγυιαῖς καὶ παρ’ αὐταῖς ταῖς οἰκίαις, ὅρον τινὰ καὶ τέρμα τῆς οἰκίας προτεταγμένον, καὶ τοῦτο εἶναι τὸ ἀγαθὸν ὑπὸ πόντων λεγόμενον· ἀγαθηφόρον γὰρ αὐτὸ καλοῦσιν, ὃ λέγουσιν οὐκ εἰδότες, καὶ τοῦτο Ἕλληνες μυστικὸν ἀπὸ Αἰγυπτίων παραλαβόντες φυλάσσουσι μέχρι σήμερον.
[5.7.29] τοὺς γοῦν Ἑρμᾶς, φησί, παρ’ αὐτοῖς τοιούτῳ τετιμημένους σχήματι θεωροῦμεν. Κυλλήνιοι δὲ διαφερόντως τιμῶντες * λόγον. φησὶ γάρ· Ἑρμῆς ἐστι λόγος. <ὃς> ἑρμηνεὺς ὢν καὶ δημιουργὸς τῶν ὁμοῦ καὶ γινομένων καὶ ἐσομένων παρ’ αὐτοῖς τιμώμενος ἕστηκε τοιούτῳ τινὶ κεχαρακτηρισμένος σχήματι, ὅπερ ἐστὶν αἰσχύνη ἀνθρώπου, ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ὁρμὴν ἔχων.
[5.7.30] Καὶ ὅτι οὗτος, τουτέστιν ὁ τοιοῦτος Ἑρμῆς, ψυχαγωγός, φησίν, [163] [164] ἐστὶ καὶ ψυχοπομπὸς καὶ ψυχῶν αἴτιος, οὐδὲ τοὺς ποιητὰς τῶν Μνῶν λανθάνει λέγοντας οὕτως·
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
ἀνδρῶν μνηστήρων,
οὐ τῶν Πηνελόπης, φησίν, ὦ κακοδαίμονες, μνηστήρων, ἀλλὰ τῶν ἐξυπνισμένων καὶ ἀνεμνησμένων, ἐξ οἴης τιμῆς καὶ ὅσου μήκεος ὄλβου«, τουτέστιν ἀπὸ τοῦ μακαρίου ἄνωθεν ἀνθρώπου ἢ ἀρχανθρώπου ἢ Ἀδάμαντος, ὡς ἐκείνοις δοκεῖ, κατηνέχθησαν ὡδε εἰς πλάσμα τὸ πήλινον, ἵνα δουλεύσωσι τῷ ταύτης τῆς κτίσεως δημιουργῷ Ἠσαλδαίῳ, θεῷ πυρίνῳ, ἀριθμὸν τετάρτῳ·
[5.7.31] οὕτως γὰρ τὸν δημιουργὸν πατέρα τοῦ ἰδικοῦ κόσμου καλοῦσιν.
ἔχε δὲ ῥάβδον μετὰ χερσὶ
καλήν, χρυσείην, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ᾿ αὒτε καὶ ὑπνώοντας ἐγείρει.
[5.7.32] οὗτος, φησίν, ἐστὶν ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου μόνος ἔχων ἐΜ σίαν. περὶ τούτου, φησί, γέγραπται· »ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ‘. ὁ δὲ ποιητής, φησί, κοσμῆσαι βουλόμενος τὸ ἀπερινόητον τῆς μακαρίας φύσεως τοῦ λόγου, οὐ σιδηρᾶν, ἀλλὰ χρυσῆν περιέθηκε [165] [166] τὴν ῥάβδον αὐτῷ. θέλγει δὲ τὰ ὄμματα τῶν νεκρῶν, ὥς φησι, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει, τοὺς ἐξυπνισμένους μένους καὶ γεγονότας μνηστῆρας.
[5.7.33] περὶ τούτων, φησίν, ἡ γραφὴ λέγει· »ἔγειραι ὁ καθεύδων καὶ ἐξεγέρθητι, καὶ ἐπιφαύσει σοι ὁ Χριστός«. οὐτός ἐστιν ὁ Χριστός, ὁ ἐν πᾶσι, φησί, τοῖς γενητοῖς υἱὸς ἀνθρώπου κεχαρακτηρισμένος ἀπὸ τοῦ ἀχαρακτηρίστου λόγου.
[5.7.34] τοῦτο, φησίν, ἐστὶ τὸ μέγα καὶ ἄρρητον Ἐλευσινίων μυστήριον »ὕε κύε«· καὶ ὅτι, φησίν, αὐτῷ »πάντα ὑποτέτακται«, καὶ τοῦτ᾿ ἔστι τὸ εἰρημένον«· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν‘. ὡς τὸ τὴν ῥάβδον <ἄγει> κινήσας ὁ Ἑρμῆς, αἱ δὲ τρίζουσαι ἕπονται αἱ ψυχαὶ συνεχῶς οὕτως,
ὡς διὰ τῆς εἰκόνος ὁ ποιητὴς ἐπιδέδειχε λέγων·
ὡς δ’ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾿ ἀλλήλῃσιν ἔχονται.
πέτρης, φησί, τοῦ Ἀδάμαντος λέγει.
[5.7.35] οὗτος, φησίν, ἐστὶν ὁ ἀδάμας »ὁ λίθος ὁ ἀκρογωνιαῖος εἰς κεφαλὴν γεγενημένος γωνίας« — έν κεφαλῇ γὰρ εἶναι τὸν χαρακτηριστικὸν ἐγκέφαλον, τὴν οὐσίαν, »ἐξ οὑ πᾶσα πατριὰ χαρακτηρίζεται« —, »ὅν«, φησίν, »ἐντάσσω ἀδάμαντα εἰς τὰ θεμέλια Σιών«· ἀλληγορῶν, φησί, τὸ πλάσμα τοῦ ἀνθρώπου λέγει.
[5.7.36] ὁ δὲ ἐντασσόμενος ἀδάμας ἐστὶν >»ὁ ἔσω ἄνθρωπος«, θεμέλια Σιὼν δὲ οἱ> ὀδόντες· ὡς Ὅμηρος λέγει »ἕρκος ὀδόντων«, τουτέστι καὶ χαράκωμα, ἐν ᾧ ἐστιν ὁ ἔσω ἄνθρωπος, ἐκεῖθεν ἀποπεπτωκὼς [167] [168] ἀπὸ τοῦ ἀρχανθρώπου ἄνωθεν Ἀδάμαντος, ὁ τημθεὶς ἄνευ χειρῶν« τεμνουσῶν καὶ κατενηνεγμένος μένος εἰς τὸ πλάσμα τῆς λήθης, τὸ χοϊκόν, τὸ »ὀστράκινον«·
[5.7.37] καὶ φησὶν ὅτι τετριγυῖαι αὐτῷ ἠκολούθουν αἱ ψυχαί, τῷ λόγῳ,
ὧς αὗται τετριγυῖαι ἅμ᾿ ἤϊσαν, ἦρχε δ’ ἄρα σφιν
— τπθτἐστομ ἡγεῖτο —
Ἑρμείας ἀκάκητα κατ’ εὐρώεντα κέλαυθα,
τουτέστι, φησίν, εἰς τὰ πάσης κακίας ἀπηλλαγμένα αἰώνια χωρία. ποῦ γάρ, φησίν, ἦλθον;
πὰρ δ᾿ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
ἡ<δὲ> παρ’ Ἠελίοιο πύλας καὶ δῆμον
οὗτος, φησίν, ἐστὶν Ὠκεανὸς »γένεσίς <τε> θεῶν,
[5.7.38] γένεσίς τ’ | ἐκ παλιρροίας στρεφόμενος αἰεί, ποτὲ ἄνω ποτὲ κάτω. ἀλλ ὅταν, φησί, κάτω ῥέῃ ὁ Ὠκεανός, γένεσίς ἐστιν ἀνθρώπων, ὅταν δὲ ἄνω ἐπὶ τὸ τεῖχος καὶ τὸ χαράκωμα καὶ τὴν Λευκάδα πέτρην, γένεσίς ἐστι θεῶν.
[5.7.39] τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες‘, ἐὰν ἀπὸ τῆς Αἰγύπτου φυγεῖν σπεύδητε καὶ γένησθε πέραν τῆς Ἐρυθρᾶς θαλάσσης εἰς τὴν ἔρημον, τουτέστιν ἀπὸ τῆς κάτω μίξεως ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ζώντων· ἐὰν δὲ πάλιν ἐπιστραφῆτε ἐπὶ τὴν Αἴγυπτον, τουτέστιν ἐπὶ τὴν κα΄τω μῖξιν, »ὡς ἄνθρωποι ἀποθνῄσκετε«.
[5.7.40] θηντὴ γάρ, φησί, πᾶσα ἡ κάτω γένεσις, ἀθάνατος δὲ ἡ ἄνω γεννωμένη· γεννᾶται γὰρ ἐξ ὕδατος μόνου καὶ πνεύματος πνευματικός, οὐ σαρκικός· ὁ δὲ κάτω σαρκικός. τοῦτ᾿ ἔστι, φησί, τὸ γεγραμμένον· »τὸ γεγεννημένον ἐκ τῆς σάρξ σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν‘. αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς πνευματικὴ [169] [170] γένεσις.
[5.7.41] οὗτος, φησίν, ἐστὶν ὁ μέγας Ἰορδάνης, ἃν κάτω ῥέοντα καὶ κωλύοντα ἐξελθεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου — ἤγουν ἐκ τῆς κάτω μίξεως· Αἴγυπτος γάρ ἐστι τὸ σῶμα κατ᾿ αὐτοὺς — ἀνέστειλεν Ἰησοῦς καὶ ἐποίησεν ἄνω ῥέειν.