Capítulo 24
[5.24.1] Ὄμνυε δέ, φησὶν Ἰουστῖνος, εὶ γνῶναι θἐλεις, »ἄ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν όνθρώπου ἀνέβη«, τὸν ἐπάνω πάντων ἀγαθῶν, τὸν ἀνώτερον, ἄρρη·τα φυλάζαι τὰ τῆς διδασκαλίας σιγώμενα· καὶ γὰρ καὶ ὁ πατὴρ ἡμῶν, ἰδὼν τὸν ἀγαθὸν καὶ τελεσθεὶς παρ’ αὐτῷ, τὰ τῆς σιγῆς ἄρρητα ἐφύλαζε, καὶ ὤμοσε καθὼς »ὤμοδε κύριος κύριος κοὶ οὐ μεταμεληθήσεται«.
[5.24.2] ταῦτα τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις φυχαγωηεῖ διὰ πλειό- [245] [246] νων βιβλίων, καὶ οὕτως ἐπὶ τὸν ἀγσθὸν ἄrει, τελειῶν τοὺς μύστας τὰ ἄλαλα μυστήρια. ἴνα δὲ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης καθὼς νομίζει ένδόξου.
[5.24.3] σὔτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ῇ μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ἠπ᾿ αὐτοῦ δηλώσομεν, οὖσαν παρὰ Ἡροδότῳ, ἥν ὡς ξένην τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, έξ αὐτῆς πᾶσαν σύντασιν τοῦ κατ’ αὐτὸν διδασκαλείου ποιούμενος.