Capítulo 8
[4.8.1] Ἰκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ’ αὐτῶν τερατολογούμενα. διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὦν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα· κράτος ἔδωκεν ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῆ ἐπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου <καὶ τριπλασίου> διάστασιν ἐκάστην, οὐσῶν ἐκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους. τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.« κράτος μὲν δεδόσθαι τῇ
[4.8.2] ταὐτοῦ φορᾷ φησιν, οὐ μόνον ἐπειδὴ περιέχει τὴν θατέρου φοράν, τουτέστι τοὺς πλανωμενους, ἀλλ’ ὅτι καὶ τοσοῦτον ἔχει κράτος, τουτέστι τοσαύτην δύναμιν, ὥστε καὶ τοὺς ἐπὶ τἀναντία, τοὺς πλανωμένους ἀπὸ δύσεως ἐπ’ ἀνατολὴν φερομένους αὐτοὺς τῇ
[4.8.3] οἰκείᾳ ἰσχύϊ ὁμοίως καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγειν. μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαί φησι ταύτην <τὴν> φοράν, πρῶτον μὲν πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους, ἔπειτα ὅτι μίαν πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι καὶ εἰς [77] [78] χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται·
[4.8.4] τὴν δὲ θατέρου φησὶν ἐξαχῆ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως· ὁπόσαι γὰρ ἂν ὠσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται τὰ τμήματα. οἷον ἐὰν μιᾷ τομῇ διαιρεθῇ, δύο ἔσται τμήματα, ἂν δυσί, τρία τμήματα· οὕτω δὴ κἂν ἐξαχῆ τι τμηθῇ, ἑπτά ἔσται τὰ τμήματα.
[4.8.5] τὰς δὲ ἀποστάσεις αὐτῶν κατά διπλάσια καὶ τριπλάσια ἐναλλὰξ τετάχθαι φησίν, οὐσῶν ἐκατέρων τριῶν, ὅπερ καὶ ἐπὶ τῆς συστάσεως τῆς ψυχῆς ἐπὶ τῶν ἑπτὰ ἀριθμῶν ἔδειξε·
[4.8.6] τρεῖς μὲν γάρ εἰσιν ἐπ’ αὐτοῖς διπλάσιοι ἀπὸ μονάδος ݲ ݲ ݲ τρεῖς δὲ #x003E; μ καὶ ݲ σταδίων, περίμετρος δὲ γῆς σταδίων μ #x003E; καὶ· καὶ ἀπόστημα δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐπὶ τὸν σεληνιακὸν κύκλον ὁ μὲν Σάμιος Ἀρίσταρχος ἀναγράφει σταδίων μ ὁ δὲ Ἀπολλώνιος μυρι ݲ ὁ δὲ Ἀρχιμήδης μυρι φνδ καὶ μονάδας δρλ.
[4.8.7] ἀπὸ δὲ τοῦ σεληνιακοῦ ἐπὶ τὸν τοῦ ἡλίου κύκλον σταδίων μυρι ݲ καί μονα βξε. ἀπὸ τοῦδε ἐπὶ τὸν τῆς Ἀφροδίτης κύκλον σταδίων μυρι εκζ καὶ μονάδας βξε. ἀπὸ τοῦδε ἐπὶ τὸν τοῦ Ἑρμοῦ κύκλον σταδίων μυρι ݲ μονα ζρξε. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ πυρόεντος κύκλον σταδίων μυρι, δφνδ, μονα δρνδ. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Διὸς κύκλον σταδίων μυρι βκζ, μονα εξε. ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Κρόνου κύκλον σταδίων μυρι δλζ, μονα ݲ ἀπὸ τούτου δὲ ἐπὶ τὸν ζῳδιακὸν καὶ τὴν ἐσχάτην περιφέρειαν σταδίων μυρι βη, μονα ݲ.
[79][80]