Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 49

Capítulo 49

[4.49.1] Ὀ Κηφεύς, φησίν, αὐτοῦ ἐστι πλησίον καὶ ἡ Κασσιέπεια καὶ Ἀνδρομένδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον.

[4.49.2] οὐκ ἐπ᾿ ἄλλον τινὰ τούτων, ἀλλ᾿ ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ὁ ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ ὁ λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δέ ἐστιν ὁ ὑπόπτερος ἄζων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον.

[4.49.3] ἔστι δὲ καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ ὁ ὄρνις ὁ Κύκνος παρὰ τὰς ἄρκτους, μουσικὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος, ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, μετὰ ἀγαθῆς ἐλπίδος τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλλασσόμενον, ὕμνους ἀναπέμπον τῷ θεῷ.

[4.49.4] καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν [140] [141] οὐρανόν, εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ’ ὧν ἡ μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας τοιούτων ζῴων γίνεται πλήρης.