Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 45

Capítulo 45

[4.45.1] Ἱκανῶς οὐν δοκεῖ ἡμᾶς καὶ ταῦτα ἐκτεθεῖσθαι. ἀμέλει νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παράλελοοπέναι, οὐκ ἄχρηστον δὲ τὴν εἰς αὐτὰ φροντίδα ὁρῶ ἡμῖν [129] δοξάζοντας, οἳ ἐντυχόντες τῇ γενενημένῃ ἡμῶν πολυμεριμνίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς ἐνιδόντες οἷς αὐτοὶ μωρῶς πιστεύουσιν.

[4.45.2] ἔτι δὲ καὶ τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει ὁ λόγος φρονιμωτέρους πρὸς τὸ μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχὰς εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν τετολμηκότας, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας, ὧν οὐκ ἄπειροι γενόμενοι οὔθ᾿ ὑπ’ αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς οὔθ᾿ ὑπό τινων πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ’ ἔτι καὶ τοὺς πλανωμένους ἐπιτηρήσουσιν.