Capítulo 36
[4.36.1] Ταῦτ᾿ εἰπόντος αὐτοῦ πῦρ δι’ ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖν’ ἢ γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει.
[4.36.2] ὁ δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὑ ἂν φθάσῃ καταφέρεται· καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. τοιαύτη ἡ μάγων πρόγνωσις.