Capítulo 31
[4.31.1] Αἰγῶν δὲ κἂν ἐπιπλάσῃ τις κηρωτῇ τῇ τὰς ἀκοάς, φασὶ θνῄσκειν μετ’ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνῄσκειν [107] φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἥλιον. οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένυ δακτύλου.
[4.31.2] καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. ἔστι δὲ ἀφρὸς [108] [109] θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ μετὰ γλυκέος ἡψημένος, ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον, ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. εἰ δὲ καὶ μάννην ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. βέλτιον δὲ δρᾷ, εἰ καὶ Μου τι προσλάβοι.