Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 29

Capítulo 29

[4.29.1] Ὠιὰ δὲ διάφορα ἐπιδείκνυνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις βάψας ἔμβαλε τῷ μὲν τῆς σινώπιδος, τῷ δὲ τοῦ γραφικοῦ μέλανος. ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ᾠῶν λείῳ μετ᾿ ὀποῦ συκῆς ἐμπλάσας.