Capítulo 26
[4.26.1] Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται.
[4.26.2] οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἀπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι΄ ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί. ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.