Capítulo 24
[4.24.1] Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιᾷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ [98] σώματος ἰσχυρότερα.
[4.24.2] οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί, ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.