Capítulo 22
[4.22.1] Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ, † ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθεμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως·
[4.22.2] δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν αχρηστοι.