Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 20

Capítulo 20

[4.20.1] Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀρθοῖς συντεθειμένοις, ἱλαροῖς, κολυμβῶσιν. εἰσὶ δὲ λεπτοὶ σώματι, † ὑπὸ δὲ τοῦ ὄψει καλοῦ, τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προαλεῖ. οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδὺ λαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες καὶ μαθηταὶ εὐφυεῖς, ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδ- [97] ερασταί, συνήθεις, ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.