Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 12

Capítulo 12

[4.12.1] Τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενῃμένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ ὁ Πτολεμαῖος ὁ τούτων μεριμνητὴς δοκεῖ· τοῦτο δὲ μόνον λυπεῖ, ὡς πρόσφατος γενηθεὶς θεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων παισίν, οἳ τὰ μέτρα ταῦτα [85] [86] ἠγνοηκότες ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ πύργον μάτην ἐπεχειίρησαν ποιεῖν, οἷς ὡς] εἰ κατ᾿ ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν.

[4.12.2] εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω ταύτης γὰρ φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. ὢ ματαιοπόνου καὶ] ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἴνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ | f. 8r τοῖς τὴν ὁμοίαν σοφίαν ἡσκηκόσι.