Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Livro 4

Livro 4

Capítulo 1

[61]

[4.1.1]... παρ᾿ αὐτοῖς ἐστι κατὰ (τοὺς πίνακας δι)αφ(ωνία. δ᾿) ἀστέρας λέγουσιν, ὅ(ταν μέσ)ο(ι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ) ζῳδίων, οἷον ἐὰν τοῦ αὐτοῦ (ζῳδίου ὁ μέν τις ἀστὴρ τὰς πρώτας ἐ)πέ(χῃ μοίρας,) ὁ δὲ <τὰς τελευταίας, ὁ δὲ> δορυ)φορ(εῖσθαι λέγεται ὁ ἐν) μέσῳ (ὑπὸ) τῶν τὰς ἐπ᾿ ἐπεχό(ντων) μοίρας.

[4.1.2] (ἐπιβλέπειν δὲ λ)έγονται ἀλλήλ(ους) καὶ ἀλλήλοι(ς ὡς οἱ φ)αι(νόμενοι. καὶ) συσχηματίζοντες ἐπιθεωροῦσι δὲ ἀλλήλους οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ) δυεῖν. κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά(σχει καὶ τοῖς ὑποκει)μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς [62] [63] ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλά τίς ἐστιν τούτων διαφορὰ καὶ <ἀ>συμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.