Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 30

Capítulo 30

[10.30.1] * τοῦ θεοῦ μετοικεῖ ἐκ Μεσοποταμίας πόλεως Χαρρὰν εἰς τὴν νῦν μὲν Παλαιστίνην καὶ Ἰουδαίαν προσαγορευομένην χώραν, τότε δὲ Χαναανῖτιν, περὶ ἧς καὶ κατὰ τοῦτο τὸ μέρος τὸν λόγον οὐκ ἀμελῶς παρεδώκαμεν ἐν ἑτέροις λόγοις.

[10.30.2] διὰ τούτου τοίνυν γίνεται ἡ καταρχὴ τῆς κατὰ τὴν Ἰουδαίαν αὐξήσεως, ἥτις τὴν προσηγορίαν μετέσχεν (τοῦ ὀνόματος τούτου) ἐξ Ἰούδα, παιδὸς τοῦ Ἰακὼβ τοῦ τετάρτου, οὑ καὶ (................) κέκληται διὰ τὸ ἐξ αὐτοῦ τὸ βασιλικὸν γένος (γεγεννῆσθαι.

[10.30.3] Ἁβραὰμ) μετοικεῖ τῆς Μεσοποταμίας.................................. ἑκατοντούτης γενόμενος (γεννᾷ τὸν Ἰσαάκ· ὁ δὲ Ἰσαὰκ ἐτῶν) γενόμενος ξ τὸν Ἰακώβ· ὁ δὲ Ἰακὼβ ἐτῶν πݲζݲ γεννᾷ τὸν Λευΐ· ὁ δὲ Λευῒ ἐτῶν γεννᾷ τὸν Καάθ· ὁ δὲ Καὰθ ἐτῶν (ἐγένετο γݲ), ἡνίκα τῷ Ἰακὼβ εἰς Αἴγυπτον.

[10.30.4] γίνεται τοίνυν πᾶς ὁ χρόνος, ὃν παρῴκησεν [583] [584] Ἁβραὰμ καὶ πᾶν τὸ αὐτοῦ γένος κατὰ τὸν Ἰσαὰκ [τῇ] ἐν τῇ καλουμένῃ Χαναανίτιδι γῇ, ἴτη σݲιݲεݲ. τούτου δὲ γίνεται (πατὴρ) τούτου Ναχώρ, τούτου Σερούχ, 〈τούτου Ῥαγαῦ, τούτου Φαλέγ, τούτου Ἕβερ>, ὅθεν καὶ τὸ Ἑβραίους καλεῖσθαι ἦσαν δὲ οὗτοι οݲβݲ ἔθνη,

[10.30.5] ὧν καὶ τὰ ὀνόματα ἐκτεθείμεθα ἐν βίβλοις, μηδὲ τοῦτο παραλιπόντες κατὰ τόπον, βουλόμενοι τοῖς φιλομαθέσιν ἐπιδεικνύναι ἣν ἔχομεν στοργὴν περὶ τὸ θεῖον τήν τε ἀδίστακτον γνῶσιν, ἣν ἐν πόνοις κεκτήμεθα περὶ τὴν ἀλήθειαν.

[10.30.6] τούτου δὲ τοῦ Ἕβερ γίνεται πατὴρ Σαλά, τούτου δὲ Καϊνάν, δὲ Ἀρφαξάδ, οὗ γίνεται Σήμ, τούτου δὲ Νῶε, ἐφ᾿ οὗ ὁ κατὰ πάντα κόσμον γίνεται κατακλυσμός, οὑ οὔτε Αἰγύπτιοι οὔτε Χαλδαῖοι οὔτε Ἕλληνες μέμνηνται, οἷς κατὰ τόπους οἵ τε ἐπὶ τοῦ Ὠγύγου καὶ Δευκαλίωνος γεγένηνται κατακλυσμοί. εἰσὶν οὖν καὶ ἐπὶ τούτου γενεαὶ εݲ, ἔτη υݲABBREVεݲ.

[10.30.7] οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλὴς γυναικὶ καὶ τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ διέφυγε τὸν γενόμενον κατακλυσμὸν ἐν κιβωτῷ διασωθείς, ἡς καὶ τὰ μέτρα καὶ τὰ λείψανα, καθὼς ἐκτεθείμεθα, ἕως νῦν ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὐσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. ἐνιδεῖν οὗν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον <ὂν> πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων. τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς [585] [586] καὶ θεοῦ ὁμιλητὰς ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης [τῆς] πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;