Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 23

Capítulo 23

[10.23.1] Θεόδοτος δὲ ὁ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστὸν τοῖς προειρημένοις γνωστικοῖς φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· εἶναι δὲ τὸν Χριστὸν κ(οιν)ὸν ἄνθρωπον πᾶσιν, ἐν δὲ τούτῳ διαφέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος, οὐκ ἐν τῇ παρθένῳ σαρκωθέντα·

[10.23.2] ὕστερον ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς, ὅθεν φασὶ μὴ πρότερον τὰς δυνάμεις αὐτῷ ἐνεργηθῆναι. θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα Θεόδοτος.