Capítulo 20
[10.20.1] Ἀπελλῆς δὲ ὁ τούτου μαθητὴς ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἴνα φάσκει <ἀγαθόν>, ὃν οὔτε οἱ οὗ εἶναι υἱὸν τὸν Χριστόν· ἕτερον δὲ τὸν δημιουργὸν τοῦ παντός, ὃν οὐ θεὸν εἶναι θέλει, ἕτερον δὲ πύρινον τὸν φανέντα, ἕτερον δὲ πονηρόν· οὓς ἀγγέλους καλεῖ, προσθεὶς δἒ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ.
[10.20.2] προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ᾿ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας. [573] [574] οὗτος κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, καταλύειν αὐτοὺς ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας· σάρκας τε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει.