Capítulo 17
[10.17.1] Οἱ δὲ κατὰ Μονόϊμον τὸν Ἄραβά φασιν εἶναι τὴν τοῦ παντὸς ἀρχὴν πρῶτον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, καὶ τὰ γενόμενα, καθὼς Μωσῆς λέγει, μὴ ὑπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλὰ ὑπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου, ἀλλ᾿ ἐκ μέρους αὐτοῦ.
[10.17.2] εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα, ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾠ ἐστιν ἡ τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις, δι᾿ οὗ πᾶς ἀριθμὸς συνέστηκεν καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. † τούτου δὲ ὄντος ῑ ὲν καὶ κεραία μία. τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν, [569] [570] πάντα ἔχουσα [ὅσα καὶ] αὐτή, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
[10.17.3] γεγονέναι οὖν φησι τὸν κόσμον Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, ἐξ ὡν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα [ἴσα ἦν], ἐξ συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου.
[10.17.4] ὅταν οὖν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον, τὰ πάθη καταλέγει, τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐδὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν.
[10.17.5] εἰ δέ, φησί, θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή μου, ἡ σάρξ μου, ὁ νοῦς μου, καὶ ἓν ἔκαστον κατιδιοποιούμενος ὡς ἔτερος αὑτῷ· τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.