Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 14

Capítulo 14

[10.14.1] Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἰναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὂν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ᾠὸν ταοῦ ἔχον ἐν ἐαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναί φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὑ τὰ πάντα γέγονεν.

[10.14.2] ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἷον οὐκ ὄντα ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. ἦν οὖν, φασί, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης [561] [562] τῆς υἱότητος τριχῇ διῃρημένης τὸ μέν τι ἠν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον.

[10.14.3] τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως.

[10.14.4] ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη — πολὺ γὰρ ἐνδεεστέρα ἠν τῆς λεπτομεροῦς — ἀνεπτέρωσε δὲ αὑτὴν τῷ πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.

[10.14.5] ἡ δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται· αὕτη μεμένηκεν ἐν τῷ τῆς πανσπερμίας σωρῷ, καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη. εἶναι δέ τι καλούμενον κόσμον, τὸ δὲ ὑπερκόσμια. διαιρεῖται γὰρ ὑπ᾿ αὐτοῦ 〈τὰ ὄντα〉 εἰς δύο τὰς πρώτας διαιρέσεις. τὸ δὲ τούτων μέσον καλεῖ μεθόριον πνεῦμα ἅγιον, ἔχον τὴν ὀσμὴν υἱότητος.

[10.14.6] ἀπὸ τῆς πανσπερμίας τοῦ σωροῦ τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ. οὗτος ὑψώσας ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω ἕτερον, καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν τῆς ὑπολελειμμένης υἱότητος, ἢν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν.

[10.14.7] οὑτος οὐν τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὑτῷ αὑτοῦ κρείττονα, καὶ τοῦτον ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε· καὶ ταύτην οὑτοι φάσκουσι τὴν ὀγδοάδα. αὐτὸς οὖν τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται.

[10.14.8] ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττων τοῦ προτέρου· ὃν καλοῦσιν ἑβδομάδα. αὐτός ἐστι πάντων τῶν ὑφ’ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής· καὶ οὑτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον.

[10.14.9] ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν, εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα. τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχω- [563] [564] ρηκέναι τὴν εὐαγγελίου δύναμιν, τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόν τε τῆς ὀγδοάδος υἱὸν καὶ <τὸν> τῆς ἑβδομάδος, ἐπὶ καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι.

[10.14.10] καὶ αὐτοὺς εἶναι υἱούς φασιν, οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ, ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω πατέρα, οὖ ἡ πρώτη ἐχώρησεν υἱότης· καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἴως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι. ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται.