Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 14

Capítulo 14

[1.14.1] Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός. οὑτος ἒως Κύρου διέμεινεν. οὖτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως·

εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,
αὐτὸς ὂμως οὐκ οἶδε, δόκος δ' ἐπὶ πᾶσι τέτυκται.

[1.14.2] λέγει δὲ ὄτι οὐδὲν γίνεται οὐδὲ φθείρεται ούδὲ κινεῖται καὶ ὄτι ἒν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φξσὶ δὲ κοὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἒνα καὶ ὂμοιον πάντῃ καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν.

[1.14.3] τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ' ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς.

[1.14.4] οὑτος τὴν θάάσσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν·

[1.14.5] ὁ δὲ Ξενοφάνης μἶνοφάνης τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνω ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὂτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εύρίσκονται κόγχαι, καὶ έν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, έν δὲ Πάρω τύπον ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας [31] [32] συμπάντων τῶν θαλασσίων.

[1.14.6] ταῦτα δέ φησι γενέσθαι, ὂτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι, ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας. ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλασσαν πηλὸς γένηται, εἶτα πάλιν ἄρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι κόσμοις κόσμοις γίνεσθαι μεταβολήν.