Εἲς Διόνυσον
1 κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
2 Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
3 ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
4 δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
5 Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι
6 ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
7 αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
8 δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
9 κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
10 Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.
11 καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·
12 δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
13 ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
Ὁ Διαφορεύς παρῆν