Εἲς Μούσας Καὶ Ἀπόλλωνα
1 μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·
2 ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
3 ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
4 ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
5 φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
6 χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν·
7 αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
Ὁ Διαφορεύς παρῆν